Παρασκευή, 14 Απριλίου 2017

Η ζωή εν τάφω - Πέτρος Γαϊτάνος


«Η Ζωή εν τάφω» (με υπότιτλους) - Πέτρος Γαϊτάνος από KamdenMason

Ἡ ζωή ἐν τάφω
κατετέθης, Χριστέ,
καί ἀγγέλων στρατιαί ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τήν σήν.
Ἡ ζωή, πῶς θνήσκεις;
πῶς καί τάφω οἰκεῖς;
τοῦ θανάτου τό βασίλειον λύεις δέ,
καί τοῦ Ἅδου τούς νεκρούς ἑξανιστᾶς.
Μεγαλύνομεν σέ,
Ἰησοῦ βασιλεῦ,
καί τιμῶμεν τήν ταφήν καί τά πάθη σου,
δί' ὧν ἔσωσας ἠμᾶς ἐκ τῆς φθορᾶς.
Μέτρα γής ὁ στήσας
ἐν σμικρῶ κατοικεῖς,
Ἰησοῦ παμβασιλεύ, τάφω σήμερον,
ἐκ μνημάτων τούς θανόντας ἀνιστῶν.
Ἰησοῦ Χριστέ μου,
βασιλεῦ τοῦ παντός,
τί ζητῶν τοῖς ἐν τῷ Ἅδη ἐλήλυθας,
ἤ τό γένος ἀπολύσαι τῶν βροτῶν;
Ὁ δεσπότης πάντων
καθορᾶται νεκρός,
καί ἐν μνήματι καινῶ κατατίθεται
ὁ κενώσας τά μνημεῖα τῶν νεκρῶν.
Ἡ ζωή ἐν τάφω
κατετέθης Χριστέ,
καί θανάτω σου τόν θάνατον ὤλεσας
καί ἐπήγασας τῷ κόσμω τήν ζωήν.
Μετά τῶν κακούργων
ὡς κακοῦργος, Χριστέ,
ἐλογίσθης, δικαιῶν ἠμᾶς ἅπαντας
κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.
Ὁ ὡραῖος κάλλει
παρά πάντας βροτούς
ὡς ἀνείδεος νεκρός καταφαίνεται,
ὁ τήν φύσιν ὠραΐσας τοῦ παντός.
Ἅδης πώς ὑποίσει, Σῶτερ,
παρουσίαν τήν σήν
καί μή θάττον συνθλασθείη σκοτούμενος,
ἀστραπῆς φωτός σου αἴγλη ἐκτυφλωθεῖς;
Ἰησοῦ, γλυκύ μοί
καί σωτήριον φῶς,
τάφω πῶς ἐν σκοτεινῶ κατακέκρυψαι;
ὤ ἀφάτου καί ἀρρήτου ἀνοχῆς!
Ἀπορεῖ καί φύσις
νοερά καί πληθύς
ἡ ἀσώματος, Χριστέ, τό μυστήριον
τῆς ἀφράστου καί ἀρρήτου σου ταφῆς.
Ὤ θαυμάτων ξένων,
ὤ πραγμάτων καινῶν!
ὁ πνοῆς μοί χορηγός ἀπνοῦς φέρεται
κηδευόμενος χερσί τοῦ Ἰωσήφ.
Καί ἐν τάφω ἔδυς
καί τῶν κόλπων, Χριστέ
τῶν πατρώων οὐδαμῶς ἀπεφοίτησας•
τοῦτο ξένον καί παράδοξον ὁμού.
Ἀληθής καί πόλου
καί τῆς γής βασιλεύς,
εἰ καί τάφω σμικροτάτω συγκέκλεισαι,
ἐπεγνώσθης πάση κτίσει Ἰησοῦ.
Σού τεθέντος τάφω,
πλαστουργέτα Χριστέ,
τά τοῦ ἅδου ἐσαλεύθη θεμέλια
καί μνημεῖα ἀνεώχθη τῶν βροτῶν.
Ὁ τήν γῆν κατέχων
τή δρακί νεκρωθεῖς,
σαρκικῶς ὑπό τῆς γής νῦν συνέχεται,
τούς νεκρούς λυτρῶν τῆς ἅδου συνοχῆς.
Ἐκ φθορᾶς ἀνέβης
ἡ ζωή μου, Σωτήρ,
σού θανόντος καί νεκροῖς προσφοιτήσαντος
καί συνθλάσαντος τοῦ ἅδου τούς μοχλούς.
Ὡς φωτός λυχνία
νῦν ἡ σάρξ τοῦ Θεοῦ
ὑπό γῆν ὡς ὑπό μόδιον κρύπτεται
καί διώκει τόν ἐν ἅδη σκοτασμόν.
Νοερῶν συντρέχει
στρατιῶν ἡ πληθύς
Ἰωσήφ σύν Νικοδήμω συστεῖλαι σέ
τόν ἀχώρητον ἐν μνήματι σμικρῶ.
Νεκρωθεῖς βουλήσει
καί τεθεῖς ὑπό γῆν
ζωοβρύτα Ἰησοῦ μου, ἐζώωσας
νεκρωθέντα παραβάσει μέ πικρά.
Ὁ χειρί σου πλάσας
τόν Ἀδάμ, ἐκ τῆς γής
δί' αὐτόν τή Φύσει γέγονας ἄνθρωπος
καί ἐσταύρωσαι βουλήματι τῷ σῶ.
Ἠλλοιοῦτο πάσα κτίσις
πάθη τῷ σῶ•
πάντα γάρ σοί, Λόγε, συνέπασχον,
συνοχέα σέ γινώσκοντα παντός.
Τῆς ζωῆς τήν πέτραν
ἐν κοιλίαν λαβῶν,
ἅδης ὁ παμφάγος ἐξήμεσεν,
ἐξ αἰῶνος οὖς κατέπιε νεκρούς.
Ἐν καινῶ μνημείω
κατετέθης, Χριστέ,
καί τήν φύσιν τῶν βροτῶν ἀνεκαίνισας,
ἀναστᾶς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.
Ἐπί γής κατῆλθες,
ἴνα σώσης Ἀδάμ,
καί ἐν γῆ μή εὐρηκῶς τοῦτον, Δέσποτα,
μέχρις ἅδου κατελήλυθας ζητῶν.
Συγκλονεῖται φόβω
πάσα, Λόγε, ἡ γῆ,
καί φωσφόρος τάς ἀκτίνας ἀπέκρυψε,
τοῦ μεγίστου γῆ κρυβέντος σου φωτός.
Ὡς βροτός μέν θνήσκεις
ἑκουσίως Σωτήρ,
ὡς Θεός δέ τούς θνητούς ἑξανέστησας
ἐκ μνημάτων καί βυθοῦ ἁμαρτιῶν.
Δακρυρρόους θρήνους
ἐπί σέ ἡ ἁγνή
μητρικῶς, ὤ Ἰησοῦ, ἐπιρραίνουσα
ἀνεβόα• πῶς κηδεύσω σέ Υἱέ;
Ὥσπερ σίτου κόκκος
ὑποδύς κόλπους γής
τόν πολυχουν ἀποδέδωκας ἄσταχυν,
ἀναστήσας τούς βροτούς τούς ἐξ Ἀδάμ.
Ὑπό γῆν ἐκρύβης,
ὥσπερ ἥλιος, νῦν
καί νυκτί τή τοῦ θανάτου κεκάλυψαι•
ἀλλ' ἀνατειλον φαιδρότερον, Σωτήρ.
Ὡς ἡλίου δίσκον
ἡ σελήνη, Σωτήρ
ἀποκρύπτει, καί σέ τάφος νῦν ἔκρυψεν,
ἐκλιπόντα τῷ θανάτω σαρκικῶς.
Ἡ ζωή θανάτου
γευσαμένη, Χριστός
ἐκ θανάτου τούς βροτούς ἠλευθέρωσε
καί τοῖς πάσι νῦν δωρεῖται τήν ζωήν.
Νεκρωθέντα πάλαι
τόν Ἀδάμ φθονερῶς,
ἐπαναγεις πρός ζωήν τή νεκρώσει σου
νέος, Σῶτερ, ἐν σαρκί φανεῖς Ἀδάμ.
Νοεραί σέ τάξεις,
ἠπλωμένον νεκρόν,
καθορῶσαι δί' ἠμᾶς ἐξεπλήττοντο,
καλυπτόμεναι ταῖς πτέρυξι, Σωτήρ.
Καθελῶν σέ, Λόγε
ἀπό ξύλου νεκρόν,
ἐν μνημείω Ἰωσήφ νῦν κατέθετο.
Ἀλλ' ἀνάστα, σώζων πάντας ὡς Θεός.
Τῶν ἀγγέλων, Σῶτερ,
χαρμονή πεφυκῶς,
νῦν καί λύπης τούτοις γέγονας αἴτιος,
καθορώμενος σαρκί ἀπνοῦς νεκρός.
Ὑψωθέν ἐν ξύλω,
καί τούς ζώντας βροτούς
συνυψοῖς• ὑπό τήν γῆν δέ γενόμενος,
τούς κειμένους ὑπ' αὐτήν ἑξανιστᾶς.
Ὥσπερ λέων, Σῶτερ,
ἀφυπνώσας σαρκί,
ὡς τίς σκύμνος ὁ νεκρός ἐξανίστασαι,
ἀποθέμενος τό γῆρας τῆς σαρκός.
Τήν πλευράν ἐνύγης
ὁ πλευράν εἰληφῶς
τοῦ Ἀδάμ, ἐξ ἤς τήν Εὔαν διέπλασας,
καί ἐξέβλυσας κρουνούς καθαρτικούς.
Ἐν κρυπτῶ μέν πάλαι
θύεται ὁ ἀμνός•
σύ δ' ὑπαίθριος τυθεῖς, ἀνεξίκακε,
πάσαν κτίσιν ἀπεκάθηρας, Σωτήρ.
Τίς ἐξεῖποι τρόπον
φρικτόν, ὄντως καινόν;
ὁ δεσπόζων γάρ τῆς κτίσεως σήμερον
πάθος δέχεται καί θνήσκει δί' ἠμᾶς.
Ὁ ζωῆς ταμίας
πῶς ὀρᾶται νεκρός;
ἐκπληττόμενοι οἱ ἄγγελοι ἔκραζον•
πῶς δ' ἐν μνήματι συγκλείεται Θεός;
Λογχονύκτου, Σῶτερ,
ἐκ πλευρᾶς σου ζωήν
τή ζωή, τή ἐκ ζωῆς ἐξωσάση μέ,
ἐπιστάζεις καί ζωοῖς μέ σύν αὐτή.
Ἁπλωθεῖς ἐν ξύλω
συνηγάγου βροτούς•
τήν πλευράν σου δέ νυγεῖς τήν ζωήρρυτον,
πάσιν ἄφεσιν πηγάζεις, Ἰησοῦ.
Ὁ εὐσχήμων, Σῶτερ,
σχηματίζει φρικτῶς
καί κηδεύει ὡς νεκρόν εὐσχημόνως σέ
καί θαμβεῖταί σου τό σχῆμα τό φρικτόν.
Ὑπό γῆν βουλήσει
κατελθῶν ὡς θνητός,
ἐπαναγεις ἀπό γής πρός οὐράνια
τούς ἐκεῖθεν πεπτωκότας, Ἰησοῦ.
Καν νεκρός ὠράθης,
ἀλλά ζῶν ὡς Θεός
νεκρωθέντας τούς βροτούς ἀνεζώωσας,
τόν ἐμόν ἀπονεκρώσας νεκρωτήν.
Ὤ χαρᾶς ἐκείνης!
ὤ πολλῆς ἡδονῆς!
ἦσπερ τούς ἐν Ἅδη πεπλήρωκας,
ἐν πυθμέσι φῶς ἀστράψας ζοφεροῖς.
Προσκυνῶ τό πάθος,
ἀνυμνῶ τήν ταφήν,
μεγαλύνω σου τό κράτος, φιλάνθρωπε,
δί' ὧν λέλυμαι παθῶν φθοροποιῶν.
Κατά σου ρομφαία
ἐστιλβοῦτο, Χριστέ,
καί ρομφαία ἰσχυροῦ μέν ἀμβλύνεται
καί ρομφαία δέ τροποῦται τῆς Ἐδέμ.
Ἡ ἀμνάς τόν ἄρνα
βλέπουσα ἐν σφαγή
ταῖς αἰκίσι βαλλομένη ἠλάλαζε,
συγκινοῦσα καί τό ποίμνιον βοᾶν.
Καν ἐνθάπτη τάφω,
καν εἰς Ἅδου μολῆς,
ἀλλά, Σῶτερ, καί τούς τάφους ἐκένωσας
καί τόν Ἅδην ἀπεγύμνωσας Χριστέ.
Ἑκουσίως, Σῶτερ,
κατελθῶν ὑπό γῆν,
νεκρωθέντας τούς βροτούς ἀνεζώωσας
καί ἀνήγαγες ἐν δόξη πατρική.
Τῆς Τριάδος ὁ εἰς
ἐν σαρκί δί' ἠμᾶς
ἐπονείδιστον ὑπέμεινε θάνατον•
φρίττει ἥλιος καί τρέμει δέ ἡ γῆ.
Ὡς πικρᾶς ἐκ κρήνης,
τῆς Ἰούδα φυλῆς
οἱ ἀπόγονοι ἐν λάκκω κατέθεντο
τόν τροφέα μανναδότην Ἰησοῦ.
Ὁ κριτής ὡς κρίτος
πρό Πιλάτου κριτοῦ
καί παρίστατο καί θάνατον ἄδικον
κατεκρίθη διά ξύλου σταυρικοῦ.
Ἀλαζών Ἰσραήλ,
μιαιφόνε λαέ,
τί παθῶν τόν Βαραββᾶν ἠλευθέρωσας,
τόν Σωτήρα δέ παρέδωκας σταυρῶ;
Ὁ χειρί σου πλάσας
τόν Ἀδάμ ἐκ τῆς γής,
δί' αὐτόν τή φύσει γέγονας ἄνθρωπος
καί ἐσταύρωσαι βουλήματι τῷ σῶ.
Ὑπακούσας, Λόγε,
τῷ ἰδίω Πατρί,
μέχρις ἅδου τοῦ δεινοῦ καταβέβηκας
καί ἀνέστησας, τό γένος τῶν βροτῶν.
Οἶμοι, φῶς τοῦ κόσμου
οἶμοι φῶς τό ἐμόν!
Ἰησοῦ μου ποθεινότατε, ἔκραζεν
ἡ Παρθένος θρηνωδοῦσα γοερῶς.
Φθονουργέ, φονουργέ,
καί ἀλάστορ λαέ,
καν σινδόνας καί αὐτό τό σουδάριον
αἰσχύνθητι, ἀναστάντος τοῦ Χριστοῦ.
Δολοφόνε δεῦρο,
μιαρέ μαθητά,
καί τόν τρόπον τῆς κακίας σου δεῖξον μοί,
δί’ ὄν γέγονας προδότης τοῦ Χριστοῦ.
Ὡς φιλάνθρωπος τίς
ὑποκρίνει, μωρέ
καί τυφλέ πανολεθρότατε ἄσπονδε,
ὁ τό μύρον πεπρακῶς διά τιμῆς.
Οὐρανίου μύρου
ποίαν ἔσχες τιμήν;
τοῦ τιμίου τί ἐδέξω ἀντάξιον;
λύσσαν εὖρες καταρώτατε Σατᾶν.
Εἰ φιλόπτωχος εἰ
καί τό μύρον λυπεῖ,
κενουμένου εἰς ψυχῆς ἰλαστήριον,
πῶς χρυσῶ ἀπεμπολεῖς τόν φωταυγή;
Ὤ Θεέ καί λόγε,
ὤ χαρά ἡ ἐμή,
πῶς ἐνέγκω σου ταφήν τήν τριήμερον;
νῦν σπαράττομαι τά σπλάχνα μητρικῶς.
Τίς μοί δώσει ὕδωρ
καί δακρύων πηγᾶς;
ἡ θεονυμφος Παρθένος ἐκραύγαζεν,
ἴνα κλαύσω τόν γλυκύν μου Ἰησοῦν;
Ὤ βουνοί καί νάπαι
καί ἀνθρώπων πληθύς,
κλαύσατε καί πάντα θρηνήσατε
σύν ἐμοί τή τοῦ Θεοῦ ὑμῶν Μητρί.
Πότε ἴδω, Σῶτερ,
σέ τό ἄχρονον φῶς,
τήν χαράν καί ἡδονήν τῆς καρδιᾶς μου;
ἡ Παρθένος ἀνεβόα γοερῶς.
Καν ὡς πέτρα, Σῶτερ,
ἡ ἀκρότομος σύ
κατεδέξω τήν τομήν, ἀλλ' ἐπήγασας
ζῶν τό ρεῖθρον ὡς πηγήν ὧν τῆς ζωῆς.
Ὡς ἐν κρήνης μιᾶς
τόν διπλοῦν ποταμόν
τῆς πλευρᾶς σου προχεούσης ἀρδόμενοι,
τήν ἀθάνατον καρπούμεθα ζωήν.
Θέλων ὤφθης, Λόγε,
ἐν τῷ τάφω νεκρός,
ἀλλά ζῆς καί τούς βροτούς, ὡς προείρηκας,
ἀναστάσει σου, Σωτήρ μου, ἐγερεῖς.
Δόξα Πατρί
Ἀνυμνοῦμεν, Λόγε,
σέ τόν πάντων Θεόν,
σύν Πατρί καί τῷ Ἁγίω σου Πνεύματι,
καί δοξάζομεν τήν θείαν σου ταφήν.
Καί νῦν
Μακαρίζομεν σέ
Θεοτόκε ἁγνή,
καί τιμῶμεν τήν ταφήν τήν τριήμερον
τοῦ Υἱοῦ σου καί Θεοῦ ἠμῶν πιστῶς.
Ἡ ζωή ἐν τάφω
κατετέθης, Χριστέ,
καί ἀγγέλων στρατιαί ἐξεπλήττοντο
συγκατάβασιν δοξάζουσαι τήν σήν.
http://www.pronews.gr/portal/sites/default/files/styles/830x420/public/GALLERY/megali%20paraskeui.jpg?itok=YzXK7Fan

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σελίδες

NEXT PAGE